호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀσέβειαν ἀσκοῦντ ὄργι ἐχθαίρει θεοῦ.? τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν· ὁποῖος ἤθελ: οὐκ ἐγὼ τασσον τόδε. τοῦτ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων. δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν. ἦλθες δὲ πρῶτα δεῦρ ἄγων τὸν δαίμονα· πᾶς ἀναχορεύει βαρβάρων τάδ ὄργια. φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ. τάδ εὖ γε μᾶλλον: οἱ νόμοι δὲ διάφοροι. τὰ δ ἱερὰ νύκτωρ ἢ μεθ ἡμέραν τελεῖς· νύκτωρ τὰ πολλά: σεμνότητ ἔχει σκότος. τοῦτ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν. κἀν ἡμέρᾳ τό γ αἰσχρὸν ἐξεύροι τις ἄν. δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν. σὲ δ ἀμαθίας γε κἀσεβοῦντ ἐς τὸν θεόν. ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων. εἴφ ὅ τι παθεῖν δεῖ: τί με τὸ δεινὸν ἐργάσῃ· πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν. ἱερὸς ὁ πλόκαμος: τῷ θεῷ δ αὐτὸν τρέφω. ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν. αὐτός μ ἀφαιροῦ: τόνδε Διονύσου φορῶ. εἱρκταῖσί τ ἔνδον σῶμα σὸν φυλάξομεν. λύσει μ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω. ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς. καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ. καὶ ποῦ στιν· οὐ γὰρ φανερὸς ὄμμασίν γ ἐμοῖς. παρ ἐμοί: σὺ δ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς. λάζυσθε: καταφρονεῖ με καὶ Θήβας ὅδε. αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν. ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν. οὐκ οἶσθ ὅ τι ζῇς, οὐδ ὃ δρᾷς, οὐδ ὅστις εἶ. Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δ Ἐχίονος. ἐνδυστυχῆσαι τοὔνομ ἐπιτήδειος εἶ. χώρει: καθείρξατ αὐτὸν ἱππικαῖς πέλας φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας. ἐκεῖ χόρευε: τάσδε δ ἃς ἄγων πάρει κακῶν συνεργοὺς ἢ διεμπολήσομεν ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου παύσας, ἐφ ἱστοῖς δμωίδας κεκτήσομαι. στείχοιμ ἄν: ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν παθεῖν. ἀτάρ τοι τῶνδ ἄποιν ὑβρισμάτων μέτεισι Διόνυσός ς, ὃν οὐκ εἶναι λέγεις: ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기