- 텍스트

Euripides, episode

(에우리피데스, episode)

Πενθεῦ, πάρεσμεν τήνδ ἄγραν ἠγρευκότες ἐφ ἣν ἔπεμψας, οὐδ ἄκρανθ ὡρμήσαμεν.? ὁ θὴρ δ ὅδ ἡμῖν πρᾶος οὐδ ὑπέσπασεν φυγῇ πόδ, ἀλλ ἔδωκεν οὐκ ἄκων χέρας οὐδ ὠχρός, οὐδ ἤλλαξεν οἰνωπὸν γένυν, γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος. κἀγὼ δι αἰδοῦς εἶπον: Ὦ ξέν, οὐχ ἑκὼν ἄγω σε, Πενθέως δ ὅς μ ἔπεμψ ἐπιστολαῖς. ἃς δ αὖ σὺ βάκχας εἱρ῀ξας, ἃς συνήρπασας κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης, φροῦδαί γ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν:

αὐτόματα δ αὐταῖς δεσμὰ διελύθη ποδῶν κλῇδές τ ἀνῆκαν θύρετρ ἄνευ θνητῆς χερός. πολλῶν δ ὅδ ἁνὴρ θαυμάτων ἥκει πλέως ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν. μέθεσθε χειρῶν τοῦδ: ἐν ἄρκυσιν γὰρ ὢν οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μ ἐκφυγεῖν. ἀτὰρ τὸ μὲν σῶμ οὐκ ἄμορφος εἶ, ξένε, ὡς ἐς γυναῖκας, ἐφ ὅπερ ἐς Θήβας πάρει:

πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο, γένυν παρ αὐτὴν κεχυμένος, πόθου πλέως: λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις, οὐχ ἡλίου βολαῖσιν, ἀλλ ὑπὸ σκιᾶς, τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος. πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος. οὐ κόμπος οὐδείς: ῥᾴδιον δ εἰπεῖν τόδε. τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων. οἶδ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ. ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς. πόθεν δὲ τελετὰς τάσδ ἄγεις ἐς Ἑλλάδα· Διόνυσος ἡμᾶς εἰσέβης, ὁ τοῦ Διός. Ζεὺς δ ἔστ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς· οὔκ, ἀλλ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις. πότερα δὲ νύκτωρ ς ἢ κατ ὄμμ ἠνάγκασεν· ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια. τὰ δ ὄργι ἐστὶ τίν ἰδέαν ἔχοντά σοι· ἄρρητ ἀβακχεύτοισιν εἰδέναι βροτῶν. ἔχει δ ὄνησιν τοῖσι θύουσιν τίνα· οὐ θέμις ἀκοῦσαί ς, ἔστι δ ἄξι εἰδέναι. εὖ τοῦτ ἐκιβδήλευσας, ἵν ἀκοῦσαι θέλω. ἀσέβειαν ἀσκοῦντ ὄργι ἐχθαίρει θεοῦ.

τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν· ὁποῖος ἤθελ: οὐκ ἐγὼ τασσον τόδε. τοῦτ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων. δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν. ἦλθες δὲ πρῶτα δεῦρ ἄγων τὸν δαίμονα· πᾶς ἀναχορεύει βαρβάρων τάδ ὄργια. φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ. τάδ εὖ γε μᾶλλον: οἱ νόμοι δὲ διάφοροι. τὰ δ ἱερὰ νύκτωρ ἢ μεθ ἡμέραν τελεῖς· νύκτωρ τὰ πολλά: σεμνότητ ἔχει σκότος. τοῦτ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν. κἀν ἡμέρᾳ τό γ αἰσχρὸν ἐξεύροι τις ἄν. δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν. σὲ δ ἀμαθίας γε κἀσεβοῦντ ἐς τὸν θεόν. ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων. εἴφ ὅ τι παθεῖν δεῖ: τί με τὸ δεινὸν ἐργάσῃ· πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν. ἱερὸς ὁ πλόκαμος: τῷ θεῷ δ αὐτὸν τρέφω. ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν. αὐτός μ ἀφαιροῦ: τόνδε Διονύσου φορῶ. εἱρκταῖσί τ ἔνδον σῶμα σὸν φυλάξομεν. λύσει μ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω. ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς. καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ. καὶ ποῦ στιν· οὐ γὰρ φανερὸς ὄμμασίν γ ἐμοῖς. παρ ἐμοί: σὺ δ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς. λάζυσθε: καταφρονεῖ με καὶ Θήβας ὅδε. αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν. ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν. οὐκ οἶσθ ὅ τι ζῇς, οὐδ ὃ δρᾷς, οὐδ ὅστις εἶ. Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δ Ἐχίονος. ἐνδυστυχῆσαι τοὔνομ ἐπιτήδειος εἶ. χώρει: καθείρξατ αὐτὸν ἱππικαῖς πέλας φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας. ἐκεῖ χόρευε: τάσδε δ ἃς ἄγων πάρει κακῶν συνεργοὺς ἢ διεμπολήσομεν ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου παύσας, ἐφ ἱστοῖς δμωίδας κεκτήσομαι. στείχοιμ ἄν: ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν παθεῖν. ἀτάρ τοι τῶνδ ἄποιν ὑβρισμάτων μέτεισι Διόνυσός ς, ὃν οὐκ εἶναι λέγεις: ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION