호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἳ δ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.? κἄνπερ λάβητε, δέσμιον πορεύσατε δεῦρ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν θάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών. ὦ σχέτλι, ὡς οὐκ οἶσθα ποῦ ποτ εἶ λόγων. μέμηνας ἤδη: καὶ πρὶν ἐξέστης φρενῶν. στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον δρᾶν. ἀλλ ἕπου μοι κισσίνου βάκτρου μέτα, πειρῶ δ ἀνορθοῦν σῶμ ἐμόν, κἀγὼ τὸ σόν: γέροντε δ αἰσχρὸν δύο πεσεῖν: ἴτω δ ὅμως, τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον. Πενθεὺς δ ὅπως μὴ πένθος εἰσοίσει δόμοις τοῖς σοῖσι, Κάδμε: μαντικῇ μὲν οὐ λέγω, τοῖς πράγμασιν δέ: μῶρα γὰρ μῶρος λέγει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기