- 텍스트

Euripides, episode 1:

(에우리피데스, episode 1:)

ἔκδημος ὢν μὲν τῆσδ ἐτύγχανον χθονός, κλύω δὲ νεοχμὰ τήνδ ἀνὰ πτόλιν κακά, γυναῖκας ἡμῖν δώματ ἐκλελοιπέναι πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς:? πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι κρατῆρας, ἄλλην δ ἄλλος εἰς ἐρημίαν πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν, πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους, τὴν δ Ἀφροδίτην πρόσθ ἄγειν τοῦ Βακχίου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION