호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς ἐν πύλαισι·? Κάδμον ἐκκάλει δόμων, Ἀγήνορος παῖδ, ὃς πόλιν Σιδωνίαν λιπὼν ἐπύργως ἄστυ Θηβαίων τόδε. ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι ζητεῖ νιν: οἶδε δ αὐτὸς ὧν ἥκω πέρι ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ, θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν. ὦ φίλταθ, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων σοφὴν σοφοῦ παρ ἀνδρός, ἐν δόμοισιν ὤν: ἥκω δ ἕτοιμος τήνδ ἔχων σκευὴν θεοῦ: δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς ὅσον καθ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν. ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα καὶ κρᾶτα σεῖσαι πολιόν· ἐξηγοῦ σύ μοι γέρων γέροντι, Τειρεσία: σὺ γὰρ σοφός. ὡς οὐ κάμοιμ ἂν οὔτε νύκτ οὔθ ἡμέραν θύρσῳ κροτῶν γῆν: ἐπιλελήσμεθ ἡδέως γέροντες ὄντες. ταὔτ ἐμοὶ πάσχεις ἄρα: κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς. οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν· ἀλλ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι. γέρων γέροντα παιδαγωγήσω ς ἐγώ. ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται. μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν· μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δ ἄλλοι κακῶς. μακρὸν τὸ μέλλειν: ἀλλ ἐμῆς ἔχου χερός. ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα. οὐ καταφρονῶ γὼ τῶν θεῶν θνητὸς γεγώς. οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν. πατρίους παραδοχάς, ἅς θ ὁμήλικας χρόνῳ κεκτήμεθ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος, οὐδ εἰ δι ἄκρων τὸ σοφὸν ηὑρ´ηται φρενῶν. ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι, μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν· οὐ γὰρ διῄρηχ ὁ θεός, οὔτε τὸν νέον εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον, ἀλλ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν κοινάς, διαριθμῶν δ οὐδέν αὔξεσθαι θέλει. ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδ οὐχ ὁρᾷς, ἐγὼ προφήτης σοι λόγων γενήσομαι. Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ, Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς. ὡς ἐπτόηται: τί ποτ ἐρεῖ νεώτερον· ἔκδημος ὢν μὲν τῆσδ ἐτύγχανον χθονός, κλύω δὲ νεοχμὰ τήνδ ἀνὰ πτόλιν κακά, γυναῖκας ἡμῖν δώματ ἐκλελοιπέναι πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς:
πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι κρατῆρας, ἄλλην δ ἄλλος εἰς ἐρημίαν πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν, πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους, τὴν δ Ἀφροδίτην πρόσθ ἄγειν τοῦ Βακχίου. ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις:
ὅσαι δ ἄπεισιν, ἐξ ὄρους θηράσομαι, Ἰνώ τ Ἀγαύην θ, ἥ μ ἔτικτ Ἐχίονι, Ἀκταίονός τε μητέρ, Αὐτονόην λέγω. καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν παύσω κακούργου τῆσδε βακχείας τάχα. λέγουσι δ ὥς τις εἰσελήλυθε ξένος, γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός, ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην, οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων, ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται τελετὰς προτείνων εὐίους νεάνισιν.
εἰ δ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης, παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε κόμας, τράχηλον σώματος χωρὶς τεμών. ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν, ἐκεῖνος ἐν μηρῷ ποτ ἐρράφθαι Διός, ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.
ταῦτ οὐχὶ δεινῆς ἀγχόνης ἔστ ἄξια, ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος· ἀτὰρ τόδ ἄλλο θαῦμα, τὸν τερασκόπον ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ πατέρα τε μητρὸς τῆς ἐμῆς--πολὺν γέλων-- νάρθηκι βακχεύοντ:
ἀναίνομαι, πάτερ, τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον. οὐκ ἀποτινάξεις κισσόν· οὐκ ἐλευθέραν θύρσου μεθήσεις χεῖρ, ἐμῆς μητρὸς πάτερ· σὺ ταῦτ ἔπεισας, Τειρεσία:
τόνδ αὖ θέλεις τὸν δαίμον ἀνθρώποισιν ἐσφέρων νέον σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν. εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο, καθῆς ἂν ἐν βάκχαισι δέσμιος μέσαις, τελετὰς πονηρὰς εἰσάγων: γυναιξὶ γὰρ ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος, οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων. τῆς δυσσεβείας. ὦ ξέν, οὐκ αἰδῇ θεοὺς Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν, Ἐχίονος δ ὢν παῖς καταισχύνεις γένος· ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς καλὰς ἀφορμάς, οὐ μέγ ἔργον εὖ λέγειν:
σὺ δ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις, ἐν τοῖς λόγοισι δ οὐκ ἔνεισί σοι φρένες. θράσει δὲ δυνατὸς καὶ λέγειν οἱό῀ς τ ἀνὴρ κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων. οὗτος δ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς, οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος καθ Ἑλλάδ ἔσται.
δύο γάρ, ὦ νεανία, τὰ πρῶτ ἐν ἀνθρώποισι: Δημήτηρ θεά-- γῆ δ ἐστίν, ὄνομα δ ὁπότερον βούλῃ κάλει: αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς: ὃς δ ἦλθ ἔπειτ, ἀντίπαλον ὁ Σεμέλης γόνος βότρυος ὑγρὸν πῶμ ηὑρ῀ε κεἰσηνέγκατο θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς, ὕπνον τε λήθην τῶν καθ ἡμέραν κακῶν δίδωσιν, οὐδ ἔστ ἄλλο φάρμακον πόνων. οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς, ὥστε διὰ τοῦτον τἀγάθ ἀνθρώπους ἔχειν. καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς μηρῷ·
διδάξω ς ὡς καλῶς ἔχει τόδε. ἐπεί νιν ἡρ´πας ἐκ πυρὸς κεραυνίου Ζεύς, ἐς δ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν, Ἥρα νιν ἤθελ ἐκβαλεῖν ἀπ οὐρανοῦ: Ζεὺς δ ἀντεμηχανήσαθ οἱᾶ δὴ θεός. ῥήξας μέρος τι τοῦ χθόν ἐγκυκλουμένου αἰθέρος, ἔθηκε τόνδ ὅμηρον ἐκδιδούς, Διόνυσον Ἥρας νεικέων: χρόνῳ δέ νιν βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός, ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς Ἥρᾳ ποθ ὡμήρευσε, συνθέντες λόγον. μάντις δ ὁ δαίμων ὅδε:
τὸν θεὸν δ ἐς γῆν δέχου καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα. τὸ γὰρ βακχεύσιμον καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει: ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμ ἔλθῃ πολύς, λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ. Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά: στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν. μανία δὲ καὶ τοῦτ ἐστὶ Διονύσου πάρα. ἔτ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα, πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον, μέγαν τ ἀν Ἑλλάδα. ἀλλ ἐμοί, Πενθεῦ, πιθοῦ: μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν, μηδ, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ, φρονεῖν δόκει τι: οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει γυναῖκας ἐς τὴν Κύπριν, ἀλλ ἐν τῇ φύσει τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ ἀεί τοῦτο σκοπεῖν χρή:
καὶ γὰρ ἐν βακχεύμασιν οὖς ἥ γε σώφρων οὐ διαφθαρήσεται. ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις πολλοί, τὸ Πενθέως δ ὄνομα μεγαλύνῃ πόλις:
καὶ καταψεύδου καλῶς ὡς ἔστι, Σεμέλη θ ἵνα δοκῇ θεὸν τεκεῖν, ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ. κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος. ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς, κισσῷ τ ἐρεψόμεσθα καὶ χορεύσομεν, πολιὰ ξυνωρίς, ἀλλ ὅμως χορευτέον, κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο. μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις ἄκη λάβοις ἂν οὔτ ἄνευ τούτων νοσεῖς. ὦ πρέσβυ, Φοῖβόν τ οὐ καταισχύνεις λόγοις, τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν. ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν. οἴκει μεθ ἡμῶν, μὴ θύραζε τῶν νόμων. νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς. κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς, παρὰ σοὶ λεγέσθω: ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον, ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο διεσπάσαντο, κρείσσον ἐν κυναγίαις Ἀρτέμιδος εἶναι κομπάσαντ, ἐν ὀργάσιν.
ὃ μὴ πάθῃς σύ: δεῦρό σου στέψω κάρα κισσῷ: μεθ ἡμῶν τῷ θεῷ τιμὴν δίδου. οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δ ἰών, μηδ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί·
τῆς σῆς <δ> ἀνοίας τόνδε τὸν διδάσκαλον δίκην μέτειμι. στειχέτω τις ὡς τάχος, ἐλθὼν δὲ θάκους τοῦδ ἵν οἰωνοσκοπεῖ μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν, ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ, καὶ στέμματ ἀνέμοις καὶ θυέλλαισιν μέθες. μάλιστα γάρ νιν δήξομαι δράσας τάδε. οἳ δ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.
κἄνπερ λάβητε, δέσμιον πορεύσατε δεῦρ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν θάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών. ὦ σχέτλι, ὡς οὐκ οἶσθα ποῦ ποτ εἶ λόγων. μέμηνας ἤδη: καὶ πρὶν ἐξέστης φρενῶν. στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον δρᾶν. ἀλλ ἕπου μοι κισσίνου βάκτρου μέτα, πειρῶ δ ἀνορθοῦν σῶμ ἐμόν, κἀγὼ τὸ σόν: γέροντε δ αἰσχρὸν δύο πεσεῖν: ἴτω δ ὅμως, τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον. Πενθεὺς δ ὅπως μὴ πένθος εἰσοίσει δόμοις τοῖς σοῖσι, Κάδμε: μαντικῇ μὲν οὐ λέγω, τοῖς πράγμασιν δέ: μῶρα γὰρ μῶρος λέγει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기