- 텍스트

Euclid, Elements, book 1, type Post

(유클리드, Elements, book 1, type Post)

Ηἰτήσθω ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν.? Καὶ πεπερασμένην εὐθεῖαν κατὰ τὸ συνεχὲς ἐπ εὐθείας ἐκβαλεῖν. Καὶ παντὶ κέντρῳ καὶ διαστήματι κύκλον γράφεσθαι. Καὶ πάσας τὰς ὀρθὰς γωνίας ἴσας ἀλλήλαις εἶναι. Καὶ ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας δύο ὀρθῶν ἐλάσσονας ποιῇ, ἐκβαλλομένας τὰς δύο εὐθείας ἐπ ἄπειρον συμπίπτειν, ἐφ ἃ μέρη εἰσὶν αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες.?

상위

Elements

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION