- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 16, chapter 2

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 16, chapter 2)

ἓν τοῦτό σε ἀξιοῦμεν ἤδη κείμενοι καὶ τὸ μηδὲν ὄντες μηδεμίαν ἡμῶν ὕβριν προσθεῖναι ταῖς συμφοραῖς μηδὲ βαρεῖ ποδὶ ταῖς ἀθλίαις ἐπεμβῆναι τύχαις.? οὐκ οἶδας, ὅτι πολλοὶ μὲν τῶν ἡμετέρων παῖδας ἐν τοῖς πολέμοις ἀπολωλέκασι, πολλοὶ δὲ ἀδελφούς, πολλοὶ δὲ φίλους·

οἷς ἅπασι πῶς ἄκρατον νομίζεις ἐπὶ τῶν σπλάγχνων ἀνθήσειν τὴν χολήν, ἐὰν κωλύῃ τις αὐτοὺς τοσαύταις ψυχαῖς πολεμίων τιμῆσαι τοὺς κατὰ γῆς, αἵπερ μόναι τῶν κατοιχομένων δοκοῦσιν εἶναι τιμαί· φέρε δὴ κεἰ τοῦτο πεισθέντες ἢ βιασθέντες ἢ ὅ τι δή ποτε παθόντες εἴξουσί τε καὶ ζῆν αὐτοὺς ἐάσουσιν, ἆρ ἔτι σοι δοκοῦσι καὶ τὰ χρήματα αὐτοὺς ἐάσειν ἔχειν καὶ μηδεμιᾶς πειραθέντας ἀσχημοσύνης, ὥσπερ ἡρῶάς τινας ἐπ ἀγαθῷ τῆσδε τῆς γῆς φανέντας, ὁπότε δόξειεν αὐτοῖς, ἀπελθεῖν, ἀλλ οὐχ ὥσπερ θηρία περιχυθέντας διασπάσεσθαι ταῦτα λέγειν ἐπιβαλόμενον ἐμέ·

οὐχ ὁρᾷς, ὅτι καὶ τοὺς κυνηγοὺς οἱ θηρευταὶ κύνες, ὅταν ἁλῷ θηρίον κατακλεισθὲν ὑπ αὐτῶν εἰς τὰ λίνα, περιίστανται τὴν ἐπιβάλλουσαν μοῖραν ἀπαιτοῦντες τῆς ἄγρας, καὶ ἐὰν μὴ μεταλάβωσιν εὐθὺς αἵματος ἢ σπλάγχνων, ἀρράζουσιν ἑπόμενοι καὶ σπαράττουσι τὸν κυνηγόν, καὶ οὔτε διωκόμενοι οὔτε παιόμενοι ἀπείργονται·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION