호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦτα τοῦ Ῥωμαίου λέξαντος βουλευσάμενοι καθ αὑτοὺς οἱ πρόβουλοι τῶν Σαυνιτῶν τοιαύτην ἐξήνεγκαν ἀπόκρισιν:? τοῦ μὲν ὀψισμοῦ τῆς ἐπὶ τὸν κατὰ Λατίνων πόλεμον συμμαχίας οὐ τὸ κοινὸν αἴτιον - ἐψηφισάμεθα γὰρ ἀποσταλῆναι τὴν στρατιὰν ὑμῖν - οἱ δὲ τὴν ἡγεμονίαν ἔχοντες αὐτῆς πλείονα χρόνον ἀναλώσαντες ἐν τῇ παρασκευῇ, καὶ ὑμεῖς αὐτοὶ θᾶττον ἐπειχθέντες ἐπὶ τὸν ἀγῶνα.
τρισὶ γοῦν ἢ τέτταρσιν ἡμέραις ὕστερον τῆς μάχης οἱ πεμφθέντες ὑφ ἡμῶν ἀφίκοντο.
περὶ δὲ τῆς Νεαπολιτῶν πόλεως, ἐν ᾗ τῶν ἡμετέρων τινές εἰσιν, τοσούτου δέομεν ἀδικεῖν ὑμᾶς, εἴ τινα τοῖς κινδυνεύουσι βοήθειαν εἰς σωτηρίαν κοινῇ παρεχόμεθα, ὥστ αὐτοὶ δοκοῦμεν ὑφ ὑμῶν ἀδικεῖσθαι μεγάλα.
φίλην γὰρ ἡμῶν καὶ σύμμαχον οὖσαν τὴν πόλιν ταύτην οὐκ ἔναγχος οὐδ ἀφ οὗ τὰς πρὸς ὑμᾶς ἐποιησάμεθα ὁμολογίας, ἀλλὰ δευτέρᾳ γενεᾷ πρότερον διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, οὐθὲν ἀδικηθέντες ὑμεῖς κατεδουλώσασθε.
οὐ μὴν οὐδὲ τούτῳ γε τῷ ἔργῳ τὸ κοινὸν ὑμᾶς τῶν Σαυνιτῶν ἠδίκησεν:
ἰδιόξενοι δέ τινές εἰσιν, ὡς πυνθανόμεθα, καὶ φίλοι τῶν Νεαπολιτῶν οἱ κατὰ τὴν ἑαυτῶν προαίρεσιν τῇ πόλει βοηθοῦντες καί τινες καὶ δι ἀπορίαν ἴσως βίου μισθοφόροι. % φέρειν δὲ τοὺς ὑπηκόους ὑμῶν οὐθὲν δεόμεθα: καὶ γὰρ ἄνευ Φουνδανῶν καὶ Φορμιανῶν ἱκανοὶ βοηθεῖν αὑτοῖς ἐσμεν, ἐὰν καταστῶμεν εἰς ἀνάγκην πολέμου. ἡ δὲ παρασκευὴ τῆς στρατιᾶς ἡμῶν ἐστιν οὐχ ὡς ἀφαιρησομένων τοὺς ὑμετέρους ἀποίκους τὰ ἴδια, ἀλλ ὡς τὰ ἴδια ἑξόντων διὰ φυλακῆς.
ἀντιπροκαλούμεθά τε ὑμᾶς, εἰ βούλεσθε τὰ δίκαια ποιεῖν, ἐκχωρεῖν Φρεγέλλης, ἣν οὐ πρὸ πολλοῦ πολέμῳ κρατησάντων ἡμῶν, ὅσπερ ἐστὶ νόμος κτήσεως δικαιότατος, ὑμεῖς οὐδενὶ δικαίῳ σφετερισάμενοι δεύτερον ἔτος ἤδη κατέχετε. τούτων ἡμεῖς τυχόντες οὐδὲν ὑποληψόμεθα ἀδικεῖσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기