호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀνῄρουν δὲ καὶ μάθησιν.? εἴπερ, φασί, διδάσκεταί τι, ἤτοι τὸ ὀ`ν τῷ εἶναι διδάσκεται ἢ τὸ μὴ ὀ`ν τῷ μὴ εἶναι. οὔτε δὲ τὸ ὀ`ν τῷ εἶναι διδάσκεται --ἡ γὰρ τῶν ὄντων φύσις πᾶσι φαίνεται καὶ γινώσκεται--οὔτε τὸ μὴ ὀ`ν τῷ μὴ ὄντι: τῷ γὰρ μὴ ὄντι οὐδὲν συμβέβηκεν, ὥστ οὐδὲ τὸ διδάσκεσθαι. Οὐδὲ μὴν γένεσίς ἐστι, φασίν. οὔτε γὰρ τὸ ὀ`ν γίνεται, ἔστι γάρ, οὔτε τὸ μὴ ὄν, οὐδὲ γὰρ ὑφέστηκε: τὸ δὲ μὴ ὑφεστὼς μηδ ὀ`ν οὐδὲ τὸ γίνεσθαι εὐτύχηκε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기