호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τό τε πεῖθον οὐχ ὑποληπτέον ἀληθὲσ ὑπάρχειν. οὐ γὰρ πάντασ τὸ αὐτὸ πείθει οὐδὲ τοὺσ αὐτοὺσ συνεχέσ. γίνεται δὲ καὶ παρὰ τὰ ἐκτὸσ ἡ πιθανότησ, παρὰ τὸ ἔνδοξον τοῦ λέγοντοσ ἢ παρὰ τὸ φροντι‐ στικὸν ἢ παρὰ τὸ αἱμύλον ἢ παρὰ τὸ σύνηθεσ ἢ παρὰ τὸ κεχαρισμένον. Ἀνῄρουν δὲ καὶ τὸ κριτήριον λόγῳ τοιῷδε. ἤτοι κέκριται καὶ τὸ κριτήριον ἢ ἄκριτόν ἐστιν. ἀλλ’ εἰ μὲν ἄκριτόν ἐστιν, ἄπιστον καθέστηκε καὶ διημάρτηκε τἀληθοῦσ καὶ τοῦ ψεύδουσ· εἰ δὲ κέκριται, ἓν τῶν κατὰ μέροσ γενήσεται κρινομένων, ὥστ’ ἂν τὸ αὐτὸ καὶ κρίνειν καὶ κρίνεσθαι καὶ τὸ κεκρικὸσ τὸ κριτήριον ὑφ’ ἑτέρου κριθήσεται κἀκεῖνο ὑπ’ ἄλλου καὶ οὕτωσ εἰσ ἄπειρον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기