- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, Q, Kef. ia'. PURRWN 24:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, Q, Kef. ia'. PURRWN 24:)

θεούς τ ἄλλοι ἄλλους ἡγοῦνται:? καὶ οἱ μὲν προνοεῖσθαι, οἱ δ οὔ. θάπτουσι δ Αἰγύπτιοι μὲν ταριχεύοντες, Ῥωμαῖοι δὲ καίοντες, Παίονες δ εἰς λίμνας ῥιπτοῦντες: ὅθεν περὶ τἀληθοῦς ἡ ἐποχή. Ἕκτος ὁ παρὰ τὰς μίξεις καὶ κοινωνίας, καθ ὃν εἰλικρινῶς οὐδὲν καθ αὑτὸ φαίνεται, ἀλλὰ σὺν ἀέρι, σὺν φωτί, σὺν ὑγρῷ, σὺν στερεῷ, θερμότητι, ψυχρότητι, κινήσει, ἀναθυμιάσεσιν, ἄλλαις δυνάμεσιν. ἡ γοῦν πορφύρα διάφορον ὑποφαίνει χρῶμα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ λύχνῳ. καὶ τὸ ἡμέτερον χρῶμα ἀλλοῖον ὑπὸ τὴν μεσημβρίαν φαίνεται καὶ : ὑπὸ δύσιν: καὶ ὁ ἐν ἀέρι ὑπὸ δυοῖν κουφιζόμενος λίθος ἐν ὕδατι ῥᾳδίως μετατίθεται, ἤτοι βαρὺς ὢν καὶ ὑπὸ τοῦ ὕδατος κουφιζόμενος ἢ ἐλαφρὸς [ὢν] καὶ ὑπὸ τοῦ ἀέρος βαρυνόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION