호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀναιροῦσι δ’ οἱ σκεπτικοὶ καὶ αὐτὴν τὴν "Οὐδὲν μᾶλλον" φωνήν· ὡσ γὰρ οὐ μᾶλλόν ἐστι πρόνοια ἢ οὐκ ἔστιν, οὕτω καὶ τὸ Οὐδὲν μᾶλλον οὐ μᾶλλόν ἐστιν ἢ οὐκ ἔστι. σημαίνει οὖν ἡ φωνή, καθά φησι καὶ Τίμων ἐν τῷ Πύθωνι, "τὸ μηδὲν ὁρίζειν, ἀλλ’ ἀπροσθετεῖν. " ἡ δὲ Παντὶ λόγῳ φωνὴ καὶ αὐτὴ συνάγει τὴν ἐποχήν· τῶν μὲν γὰρ πραγμάτων διαφωνούντων, τῶν δὲ λόγων ἰσοσθενούντων ἀγνωσία τῆσ ἀληθείασ ἐπακολουθεῖ· καὶ αὐτῷ δὲ τούτῳ τῷ λόγῳ λόγοσ ἀντίκειται, ὃσ καὶ αὐτὸσ μετὰ τὸ ἀνελεῖν τοὺσ ἄλλουσ ὑφ’ ἑαυτοῦ περιτραπεὶσ ἀπόλλυται, κατ’ ἴσον τοῖσ καθαρτικοῖσ, ἃ τὴν ὕλην προεκκρίναντα καὶ αὐτὰ ὑπεκκρίνεται καὶ ἐξαπόλλυται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기