호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Διετέλουν δὴ οἱ σκεπτικοὶ τὰ τῶν αἱρέσεων δόγματα πάντ’ ἀνατρέποντεσ, αὐτοὶ δ’ οὐδὲν ἀπεφαίνοντο δογματικῶσ, ἑώσ δὲ τοῦ προφέρεσθαι τὰ τῶν ἄλλων καὶ διηγεῖσθαι μηδὲν ὁρίζοντεσ, μηδ’ αὐτὸ τοῦτο. ὥστε καὶ τὸ μὴ ὁρίζειν ἀνῄρουν, λέγοντεσ οἱο͂ν Οὐδὲν ὁρίζομεν, ἐπεὶ ὡρ́ιζον ἄν· προφερόμεθα δέ, φασί, τὰσ ἀποφάσεισ εἰσ μήνυσιν τῆσ ἀπροπτωσίασ, ὡσ, εἰ καὶ νεύσαντασ, τοῦτο ἐνεδέχετο δηλῶσαι· διὰ τῆσ οὖν Οὐδὲν ὁρίζομεν φωνῆσ τὸ τῆσ ἀρρεψίασ πάθοσ δηλοῦται· ὁμοίωσ δὲ καὶ διὰ τῆσ Οὐδὲν μᾶλλον καὶ τῆσ Παντὶ λόγῳ λόγοσ ἀντίκειται καὶ τῶν ὁμοίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기