- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, Q, Kef. h'. PRWTAGORAS 7:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, Q, Kef. h'. PRWTAGORAS 7:)

Ἀπολλόδωρος δέ φησιν ἑβδομήκοντα, σοφιστεῦσαι δὲ τεσσαράκοντα καὶ ἀκμάζειν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.? Ἔστι καὶ εἰς τοῦτον ἡμῶν οὕτως ἔχον: καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρ Ἀθηνέων ἔκ ποτ ἰὼν καθ ὁδὸν πρέσβυς ἐὼν ἔθανες: εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις: ἀλλὰ σὺ μέν που Παλλάδος ἄστυ φύγες, Πλουτέα δ οὐκ ἔφυγες. Λέγεται δέ ποτ αὐτὸν ἀπαιτοῦντα τὸν μισθὸν Εὐάθλον τὸν μαθητήν, ἐκείνου εἰπόντος, "ἀλλ οὐδέπω νίκην νενίκηκα," εἰπεῖν, "ἀλλ ἐγὼ μὲν ἂν νικήσω, ὅτι ἐγὼ ἐνίκησα, λαβεῖν με δεῖ: ἐὰν δὲ σύ, ὅτι σύ. " Γέγονε δὲ καὶ ἄλλος Πρωταγόρας ἀστρολόγος, εἰς ὃν καὶ Εὐφορίων ἐπικήδειον ἔγραψε: καὶ τρίτος Στωικὸς φιλόσοφος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION