호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτοσ καὶ τὸ Σωκρατικὸν εἶδοσ τῶν λόγων πρῶτοσ ἐκίνησε. καὶ τὸν Ἀντισθένουσ λόγον τὸν πειρώμενον ἀποδεικνύειν ὡσ οὐκ ἔστιν ἀντιλέγειν, οὗτοσ πρῶτοσ διείλεκται, καθά φησι Πλάτων ἐν Εὐθυδήμῳ. καὶ πρῶτοσ κατέδειξε τὰσ πρὸσ τὰσ θέσεισ ἐπιχειρήσεισ, ὥσ φησιν Ἀρτεμίδωροσ ὁ διαλεκτικὸσ ἐν τῷ Πρὸσ Χρύσιππον. καὶ πρῶτοσ τὴν καλουμένην τύλην, ἐφ’ ἧσ τὰ φορτία βαστάζουσιν, εὑρ͂εν, ὥσ φησιν Ἀριστοτέλησ ἐν τῷ Περὶ παιδείασ· φορμοφόροσ γὰρ ἦν, ὡσ καὶ Ἐπίκουρόσ πού φησι. καὶ τοῦτον τὸν τρόπον ἤρθη πρὸσ Δημοκρίτου ξύλα δεδεκὼσ ὀφθείσ. διεῖλέ τε τὸν λόγον πρῶτοσ εἰσ τέτταρα, εὐχωλήν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기