호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τελευτῆσαι δὲ τὸν Δημόκριτόν φησιν Ἕρμιπποσ τοῦτον τὸν τρόπον. ἤδη ὑπέργηρων ὄντα πρὸσ τῷ καταστρέφειν εἶναι. τὴν οὖν ἀδελφὴν λυπεῖσθαι ὅτι ἐν τῇ τῶν θεσμοφόρων ἑορτῇ μέλλοι τεθνήξεσθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴ οὐ ποιήσειν τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι αὑτῷ προσφέρειν ἄρτουσ θερμοὺσ ὁσημέραι. τούτουσ δὴ ταῖσ ῥισὶ προσφέρων διεκράτησεν αὑτὸν τὴν ἑορτήν· ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖσ δ’ ἦσαν, ἀλυπότατα τὸν βίον προήκατο, ὥσ φησιν ὁ Ἵππαρχοσ, ἐννέα πρὸσ τοῖσ ἑκατὸν ἔτη βιούσ. Ἡμεῖσ τ’ εἰσ αὐτὸν ἐν τῇ Παμμέτρῳ τοῦτον ἐποιήσαμεν τὸν τρόπον· καὶ τίσ ἔφυ σοφὸσ ὧδε, τίσ ἔργον ἔρεξε τοσοῦτον ὅσσον ὁ παντοδαὴσ ἤνυσε Δημόκριτοσ; ὃσ Θάνατον παρεόντα τρί’ ἤματα δώμασιν ἔσχεν καὶ θερμοῖσ ἄρτων ἄσθμασιν ἐξένισεν. τοιοῦτοσ μὲν ὁ βίοσ τἀνδρόσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기