- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, Q, Kef. a'. HRAKLEITOS 14:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, Q, Kef. a'. HRAKLEITOS 14:)

Ἕλληνες γὰρ ἐπὶ τὸ πλεῖστον ἀνεπισήμαντοι σοφοῖς ἀνδράσιν ὄντες παρορῶσι τὰ καλῶς ὑπ αὐτῶν ἐνδεικνύμενα πρὸς σπουδαίαν ἀκοὴν καὶ μάθησιν.? παρ ἐμοὶ δ ὑπάρχει σοι πᾶσα μὲν προεδρία, καθ ἡμέραν δὲ καλὴ καὶ σπουδαία προσαγόρευσις καὶ βίος εὐδόκιμος σαῖς παραινέσεσιν. " "Ἡράκλειτος Ἐφέσιος βασιλέϊ Δαρείῳ πατρὸς Ὑστάσπεω χαίρειν. "Ὁκόσοι τυγχάνουσιν ὄντες ἐπιχθόνιοι τῆς μὲν ἀληθηίης καὶ δικαιοπραγμοσύνης ἀπέχονται, ἀπληστίῃ δὲ καὶ δοξοκοπίῃ προσέχουσι κακῆς ἕνεκα ἀνοίης. ἐγὼ δ ἀμνηστίην ἔχων πάσης πονηρίης καὶ κόρον φεύγων παντὸς οἰκειούμενον φθόνῳ καὶ διὰ τὸ περιίστασθαι ὑπερηφανίην οὐκ ἂν ἀφικοίμην εἰς Περσῶν χώρην, ὀλίγοις ἀρκεόμενος κατ ἐμὴν γνώμην. " Τοιοῦτος μὲν ἁνὴρ καὶ πρὸς βασιλέα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION