호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Βασιλεὺσ Δαρεῖοσ πατρὸσ Υστάσπεω Ἡράκλειτον Ἐφέσιον σοφὸν ἄνδρα προσαγορεύει χαίρειν. "Καταβέβλησαι λόγον Περὶ φύσεωσ δυσνόητόν τε καὶ δυσεξήγητον. ἔν τισι μὲν οὖν ἑρμηνευόμενοσ κατὰ λέξιν σὴν δοκεῖ δύναμίν τινα περιέχειν θεωρίασ κόσμου τε τοῦ σύμπαντοσ καὶ τῶν ἐν τούτῳ γινομένων, ἅπερ ἐστὶν ἐν θειοτάτῃ κείμενα κινήσει· τῶν δὲ πλείστων ἐποχὴν ἔχοντα, ὥστε καὶ τοὺσ ἐπὶ πλεῖστον μετεσχηκότασ συγγραμμάτων διαπορεῖσθαι τῆσ ὀρθῆσ δοκούσησ γεγράφθαι παρὰ σοὶ ἐξηγήσεωσ. βασιλεὺσ οὖν Δαρεῖοσ Ὑστάσπου βούλεται τῆσ σῆσ ἀκροάσεωσ μετασχεῖν καὶ παιδείασ Ἑλληνικῆσ. ἔρχου δὴ συντόμωσ πρὸσ ἐμὴν ὄψιν καὶ βασίλειον οἶκον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기