- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, B, Kef. iz'. MENEDHMOS 3:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, B, Kef. iz'. MENEDHMOS 3:)

Πρὸς δὲ τὸν θρασυνόμενον μοιχόν, "ἀγνοεῖς," ἔφη, "ὅτι οὐ μόνον κράμβη χυλὸν ἔχει χρηστόν, ἀλλὰ καὶ ῥαφανίς·? πρὸς δὲ τὸν νεώτερον κεκραγότα, " σκέψαι," ἔφη, " μή τι ὄπισθεν ἔχων λέληθας. " Ἀντιγόνου δὲ συμβουλευομένου εἰ ἐπὶ κῶμον ἀφίκοιτο, σιωπήσας τἄλλα μόνον ἐκέλευσεν ἀπαγγεῖλαι ὅτι βασιλέως υἱός ἐστι. πρὸς δὲ τὸν ἀναίσθητον ἀναφέροντά τι αὐτῷ εἰκαίως, ἠρώτησεν εἰ ἀγρὸν ἔχοι: φήσαντος δὲ καὶ πάμπλειστα κτήματα, "πορεύου τοίνυν," ἔφη, "κἀκείνων ἐπιμελοῦ, μὴ συμβῇ σοι καὶ ταῦτα καταφθεῖραι καὶ κομψὸν ἰδιώτην ἀποβαλεῖν. " πρὸς δὲ τὸν πυθόμενον εἰ γήμαι ὁ σπουδαῖος, ἔφη, "πότερον ἐγώ σοι σπουδαῖος δοκῶ ἢ οὔ· φήσαντος δ εἶναι, "ἐγὼ τοίνυν," εἶπε, "γεγάμηκα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION