호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σίμων Ἀθηναῖος, σκυτοτόμος.? οὗτος ἐρχομένου Σωκράτους ἐπὶ τὸ ἐργαστήριον καὶ διαλεγομένου τινά, ὧν ἐμνημόνευεν ὑποσημειώσεις ἐποιεῖτο: ὅθεν σκυτικοὺς αὐτοῦ τοὺς διαλόγους καλοῦσιν. εἰσὶ δὲ τρεῖς καὶ τριάκοντα ἐν ἑνὶ φερόμενοι βιβλίῳ: Περὶ θεῶν. Περὶ τοῦ ἀγαθοῦ. Περὶ τοῦ καλοῦ. Τί τὸ καλόν. Περὶ δικαίου πρῶτον, δεύτερον. Περὶ ἀρετῆς ὅτι οὐ διδακτόν. Περὶ ἀνδρείας πρῶτον, δεύτερον, τρίτον. Περὶ νόμου. Περὶ δημαγωγίας. Περὶ τιμῆς. Περὶ ποιήσεως. Περὶ εὐπαθείας. Περὶ ἔρωτος. Περὶ φιλοσοφίας Περὶ ἐπιστήμης. Περὶ μουσικῆς. Περὶ ποιήσεως. Τί τὸ καλόν.
Περὶ διδασκαλίας. Περὶ τοῦ διαλέγεσθαι. Περὶ κρίσεως. Περὶ τοῦ ὄντος. Περὶ ἀριθμοῦ. Περὶ ἐπιμελείας. Περὶ τοῦ ἐργάζεσθαι. Περὶ φιλοκερδοῦς. Περὶ ἀλαζονείας. Περὶ τοῦ καλοῦ. οἱ δέ, Περὶ τοῦ βουλεύεσθαι. Περὶ λόγου ἢ περὶ ἐπιτηδειότητος. Περὶ κακουργίας. Οὗτος, φασί, πρῶτος διελέχθη τοὺς λόγους τοὺς Σωκρατικούς. ἐπαγγειλαμένου δὲ Περικλέους θρέψειν αὐτὸν καὶ κελεύοντος ἀπιέναι πρὸς αὐτόν, οὐκ ἂν ἔφη τὴν παρρησίαν ἀποδόσθαι. Γέγονε δὲ καὶ ἄλλος Σίμων ῥητορικὰς τέχνας γεγραφώς:
καὶ ἕτερος ἰατρὸς κατὰ Σέλευκον τὸν Νικάνορα: καί τις ἀνδριαντοποιός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기