호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κρίτων Ἀθηναῖος:? οὗτος μάλιστα φιλοστοργότατα διετέθη πρὸς Σωκράτην, καὶ οὕτως ἐπεμελεῖτο αὐτοῦ, ὥστε μηδέποτ ἐλλείπειν τι τῶν πρὸς τὴν χρείαν. καὶ οἱ παῖδες δὲ αὐτοῦ διήκουσαν Σωκράτους, Κριτόβουλος, Ἑρμογένης, Ἐπιγένης, Κτήσιππος. ὁ δ οὖν Κρίτων διαλόγους γέγραφεν ἐν ἑνὶ φερομένους βιβλίῳ ἑπτακαίδεκα, τοὺς ὑπογεγραμμένους, Ὅτι οὐκ ἐκ τοῦ μαθεῖν οἱ ἀγαθοί. Περὶ τοῦ πλέον ἔχειν. Τί τὸ ἐπιτήδειον ἢ Πολιτικός. Περὶ τοῦ καλοῦ. Περὶ τοῦ κακουργεῖν. Περὶ εὐθημοσύνης. Περὶ τοῦ νόμου. Περὶ τοῦ θείου. Περὶ τεχνῶν. Περὶ συνουσίας. Περὶ σοφίας. Πρωταγόρας ἢ Πολιτικός. Περὶ γραμμάτων. Περὶ ποιητικῆς, [περὶ τοῦ καλοῦ]. Περὶ τοῦ μαθεῖν. Περὶ τοῦ γνῶναι ἢ Περὶ ἐπιστήμης. Τί τὸ ἐπίστασθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기