호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ αὐτῷ διαλεχθεὶσ περὶ ἀνθρώπων εὐεργεσίασ οὕτωσ εἷλεν ὥστε προσέχειν αὐτῷ. τοῦτόν φασιν περὶ τῆσ Ἀθηνᾶσ τῆσ τοῦ Φειδίου τοιοῦτόν τινα λόγον ἐρωτῆσαι· "ἆρά γε ἡ τοῦ Διὸσ Ἀθηνᾶ θεόσ ἐστι; φήσαντοσ δέ, "ναί," "αὕτη δέ γε," εἶπεν, "οὐκ ἔστι Διόσ, ἀλλὰ Φειδίου· συγχωρουμένου δέ, "οὐκ ἄρα," εἶπε, "θεόσ ἐστιν. " ἐφ’ ᾧ καὶ εἰσ Ἄρειον πάγον προσκληθέντα μὴ ἀρνήσασθαι, φάσκειν δ’ ὀρθῶσ διειλέχθαι· μὴ γὰρ εἶναι αὐτὴν θεόν, ἀλλὰ θεάν· θεοὺσ δὲ εἶναι τοὺσ ἄρρενασ. καὶ μέντοι τοὺσ Ἀρεοπαγίτασ εὐθέωσ αὐτὸν κελεῦσαι τῆσ πόλεωσ ἐξελθεῖν. ὅτε καὶ Θεόδωρον τὸν ἐπίκλην θεὸν ἐπισκώπτοντα εἰπεῖν, "πόθεν δὲ τοῦτ’ ᾔδει Στίλπων; ἢ ἀνασύρασ αὐτῆσ τὸν κῆπον ἐθεάσατο; ἦν δ’ ἀληθῶσ οὗτοσ μὲν θρασύτατοσ· Στίλπων δὲ κομψότατοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기