- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, B, Kef. i'. EUKLEIDHS 3:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, B, Kef. i'. EUKLEIDHS 3:)

Διαλόγους δὲ συνέγραψεν ἕξ, Λαμπρίαν, Αἰσχίνην, Φοίνικα, Κρίτωνα, Ἀλκιβιάδην, Ἐρωτικόν.? τῆς δ Εὐκλείδου διαδοχῆς ἐστι καὶ Εὐβουλίδης ὁ Μιλήσιος, ὃς καὶ πολλοὺς ἐν διαλεκτικῇ λόγους ἠρώτησε, τόν τε ψευδόμενον καὶ τὸν διαλανθάνοντα καὶ Ἠλέκτραν καὶ ἐγκεκαλυμμένον καὶ σωρίτην καὶ κερατίνην καὶ φαλακρόν. περὶ τούτου φησί τις τῶν κωμικῶν: οὑριστικὸς δ Εὐβουλίδης κερατίνας ἐρωτῶν καὶ ψευδαλαζόσιν λόγοις τοὺς ῥήτορας κυλίων ἀπῆλθ ἔχων Δημοσθένους τὴν ῥωποπερπερήθραν. ἐῴκει γὰρ αὐτοῦ καὶ Δημοσθένης ἀκηκοέναι καὶ ῥωβικώτερος ὢν παύσασθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION