- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, B, Kef. q'. FAIDWN

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, B, Kef. q'. FAIDWN)

Φαίδων Ἠλεῖος, τῶν εὐπατριδῶν, συνεάλω τῇ πατρίδι καὶ ἠναγκάσθη στῆναι ἐπ οἰκήματος:? ἀλλὰ τὸ θύριον προστιθεὶς μετεῖχε Σωκράτους, ἑώς αὐτὸν λυτρώσασθαι τοὺς περὶ Ἀλκιβιάδην ἢ Κρίτωνα προὔτρεψε: καὶ τοὐντεῦθεν ἐλευθερίως ἐφιλοσόφει. Ιἑρώνυμος δ ἐν τῷ Περὶ ἐποχῆς καθαπτόμενος δοῦλον αὐτὸν εἴρηκε. διαλόγους δὲ συνέγραψε γνησίους μὲν Ζώπυρον, Σίμωνα, καὶ δισταζόμενον Νικίαν, Μήδιον, ὅν φασί τινες Αἰσχίνου, οἱ δὲ Πολυαίνου: Ἀντίμαχον ἢ Πρεσβύτας: καὶ οὗτος διστάζεται: σκυτικοὺς λόγους: καὶ τούτους τινὲς Αἰσχίνου φασί. Διάδοχος δ αὐτοῦ Πλείστανος Ἠλεῖος, καὶ τρίτοι ἀπ αὐτοῦ οἱ περὶ Μενέδημον τὸν Ἐρετριέα καὶ Ἀσκληπιάδην τὸν Φλιάσιον, μετάγοντες ἀπὸ Στίλπωνος. καὶ ἑώς μὲν τούτων Ἠλιακοὶ προσηγορεύοντο, ἀπὸ δὲ Μενεδήμου Ἐρετρικοί: περὶ οὗ λέξομεν ὕστερον διὰ τὸ καὶ αὐτὸν κατάρχειν αἱρέσεως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION