- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, B, Kef. h'. ARISTIPPOS 34:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, B, Kef. h'. ARISTIPPOS 34:)

Ἤκουσε δὲ καὶ Ἀννικέριδος ὁ Θεόδωρος καὶ Διονυσίου τοῦ διαλεκτικοῦ, καθά φησιν Ἀντισθένης ἐν Φιλοσόφων διαδοχαῖς.? τέλος δ ὑπελάμβανε χαρὰν καὶ λύπην: τὴν μὲν ἐπὶ φρονήσει, τὴν δ ἐπὶ ἀφροσύνῃ: ἀγαθὰ δὲ φρόνησιν καὶ δικαιοσύνην, κακὰ δὲ τὰς ἐναντίας ἕξεις, μέσα δὲ ἡδονὴν καὶ πόνον. ἀνῄρει δὲ καὶ φιλίαν, διὰ τὸ μήτ ἐν ἄφροσιν αὐτὴν εἶναι, μήτ ἐν σοφοῖς. τοῖς μὲν γὰρ τῆς χρείας ἀναιρεθείσης καὶ τὴν φιλίαν ἐκποδὼν εἶναι: τοὺς δὲ σοφοὺς αὐτάρκεις ὑπάρχοντας μὴ δεῖσθαι φίλων. ἔλεγε δὲ καὶ εὔλογον εἶναι τὸν σπουδαῖον ὑπὲρ τῆς πατρίδος μὴ ἐξαγαγεῖν αὑτόν: οὐ γὰρ ἀποβαλεῖν τὴν φρόνησιν ἕνεκα τῆς τῶν ἀφρόνων ὠφελείας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION