- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, B, Kef. h'. ARISTIPPOS 14:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, B, Kef. h'. ARISTIPPOS 14:)

ἔνιοι δ οὕτως ἀποκρίνασθαι, "ὁπότε μὲν σοφίας ἐδεόμην, ἧκον παρὰ τὸν Σωκράτην:? νῦν δὲ χρημάτων δεόμενος παρὰ σὲ ἥκω. " κατεγίνωσκε τῶν ἀνθρώπων ὡς τὰ σκεύη μὲν ἐν ταῖς ἀγορασίαις κομπούντων, τοὺς δὲ βίους εἰκῆ δοκιμαζόντων: οἱ δὲ τοῦτο Διογένους φασί. καί ποτε παρὰ πότον κελεύσαντος Διονυσίου ἕκαστον ἐν πορφυρᾷ ἐσθῆτι ὀρχήσασθαι, τὸν μὲν Πλάτωνα μὴ προσέσθαι, εἰπόντα: οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν: τὸν δ Ἀρίστιππον λαβόντα καὶ μέλλοντα ὀρχήσασθαι εὐστόχως εἰπεῖν: καὶ γὰρ ἐν βακχεύμασιν οὖς ἥ γε σώφρων οὐ διαφθαρήσεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION