- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, B, Kef. h'. ARISTIPPOS 5:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, B, Kef. h'. ARISTIPPOS 5:)

ἐρωτηθεὶς ὑπὸ Διονυσίου διὰ τί οἱ μὲν φιλόσοφοι ἐπὶ τὰς τῶν πλουσίων θύρας ἔρχονται, οἱ δὲ πλούσιοι ἐπὶ τὰς τῶν φιλοσόφων οὐκέτι, ἔφη, "ὅτι οἱ μὲν ἴσασιν ὧν δέονται, οἱ δ οὐκ ἴσασιν.? " ὀνειδιζόμενός ποτ ἐπὶ τῷ πολυτελῶς ζῆν ὑπὸ Πλάτωνος, ἔφη, "ἆρα φαίνεταί σοι Διονύσιος ἀγαθός· τοῦ δ ὁμολογήσαντος, "καὶ μήν," ἔφη, "ζῇ ἐμοῦ πολυτελέστερον: ὥστ οὐδὲν κωλύει καὶ πολυτελῶς καὶ καλῶς ζῆν. " ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, "ᾧπερ οἱ δεδαμασμένοι ἵπποι τῶν ἀδαμάστων. " εἰσιών ποτε εἰς ἑταίρας οἰκίαν, καὶ τῶν σὺν αὐτῷ μειρακίων τινὸς ἐρυθριάσαντος, "οὐ τὸ εἰσελθεῖν," ἔφη, "χαλεπόν, ἀλλὰ τὸ μὴ δύνασθαι ἐξελθεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION