호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἦν δὲ ἱκανὸσ ἁρμόσασθαι καὶ τόπῳ καὶ χρόνῳ καὶ προσώπῳ, καὶ πᾶσαν περίστασιν ἁπμοδίωσ ὑποκρίνασθαι· διὸ καὶ παρὰ Διονυσίῳ τῶν ἄλλων εὐδοκίμει μᾶλλον, ἀεὶ τὸ προσπεσὸν εὖ διατιθέμενοσ. ἀπέλαυε μὲν γὰρ ἡδονῆσ τῶν παρόντων, οὐκ ἐθήρα δὲ πόνῳ τὴν ἀπόλαυσιν τῶν οὐ παρόντων· ὅθεν καὶ Διογένησ βασιλικὸν κύνα ἔλεγεν αὐτόν. ὁ δὲ Τίμων παρέφαγεν ὡσ θρυπτόμενον, οὑτωσί πωσ εἰπών· οἱᾶ́ τ’ Ἀριστίππου τρυφερὴ φύσισ ἀμφαφόωντοσ ψεύδη. τοῦτόν φασί ποτε κελεῦσαι πέρδικα πεντήκοντα δραχμῶν ὠνηθῆναι· αἰτιασαμένου δέ τινοσ, "σὺ δ’ οὐκ ἄν," εἶπεν, "ὀβολοῦ τοῦτον ἐπρίω; ἐπινεύσαντοσ δέ, "τοσοῦτον," ἔφη, "ἐμοὶ δύνανται αἱ πεντήκοντα δραχμαί.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기