호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πάντων μέντοι τῶν Σωκρατικῶν διαλόγων Παναίτιοσ ἀληθεῖσ εἶναι δοκεῖ τοὺσ Πλάτωνοσ, Ξενοφῶντοσ, Ἀντισθένουσ, Αἰσχίνου· διστάζει δὲ περὶ τῶν Φαίδωνοσ καὶ Εὐκλείδου, τοὺσ δὲ ἄλλουσ ἀναιρεῖ πάντασ. Γεγόνασι δ’ Αἰσχίναι ὀκτώ· πρῶτοσ αὐτὸσ οὗτοσ· δεύτεροσ δ’ ὁ τὰσ τέχνασ γεγραφὼσ τὰσ ῥητορικάσ· τρίτοσ ὁ ῥήτωρ ὁ κατὰ Δημοσθένην· τέταρτοσ Ἀρκάσ, μαθητὴσ Ἰσοκράτουσ· πέμπτοσ ὁ Μυτιληναῖοσ, ὃν καὶ ῥητορομάστιγα ἐκάλουν· ἕκτοσ Νεαπολίτησ, φιλόσοφοσ Ἀκαδημαϊκόσ, Μελανθίου τοῦ Ῥοδίου μαθητὴσ καὶ παιδικά· ἕβδομοσ Μιλήσιοσ, πολιτικὸσ συγγραφεύσ· ὄγδοοσ ἀνδριαντοποιόσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기