호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπειτ ἀφικόμενον Ἀθήναζε μὴ τολμᾶν σοφιστεύειν, εὐδοκιμούντων τότε τῶν περὶ Πλάτωνα καὶ Ἀρίστιππον.? ἐμμίσθους δ ἀκροάσεις ποιεῖσθαι: εἶτα συγγράφειν λόγους δικανικοὺς τοῖς ἀδικουμένοις: διὸ καὶ τὸν Τίμωνα εἰπεῖν ἐπ αὐτοῦ "ἤτ Αἰσχίνου οὐκ ἀπιθὴς <ἴς> γράψαι. " φασὶ δ αὐτῷ λέγειν Σωκράτην, ἐπειδή- περ ἐπιέζετο ὑπὸ πενίας, παρ ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα. τούτου τοὺς διαλόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. ἐν γοῦν Μεγάροις ἀναγινώσκοντος αὐτοῦ φασι σκῶψαι εἰπόντα, "πόθεν σοι, λῃστά, ταῦτα·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기