- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, B, Kef. e'. SWKRATHS 1:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, B, Kef. e'. SWKRATHS 1:)

Σωκράτης Σωφρονίσκου μὲν ἦν υἱὸς λιθουργοῦ καὶ Φαιναρέτης μαίας, ὡς καὶ Πλάτων ἐν Θεαιτήτῳ φησίν, Ἀθηναῖος, τῶν δήμων Ἀλωπεκῆθεν.? ἐδόκει δὲ συμποιεῖν Εὐριπίδῃ: ὅθεν Μνησίμαχος οὕτω φησί, Φρύγες ἐστὶ καινὸν δρᾶμα τοῦτ Εὐριπίδου, . . . ᾧ καὶ Σωκράτης τὰ φρύγαν ὑποτίθησι. καὶ πάλιν, "Εὐριπίδας σωκρατογόμφους. " καὶ Καλλίας Πεδήταις: α. Τί δὴ σὺ σεμνὴ καὶ φρονεῖς οὕτω μέγα· β. Ἔξεστι γάρ μοι: Σωκράτης γὰρ αἴτιος. Ἀριστοφάνης Νεφέλαις: Εὐριπίδῃ δ ὁ τὰς τραγῳδίας ποιῶν τὰς περιλαλούσας οὗτός ἐστι, τὰς σοφάς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION