호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Διὰ δὲ τὴν ἡδονὴν καὶ τὰσ ἀρετὰσ αἱρεῖσθαι, οὐ δι’ αὑτάσ, ὥσπερ τὴν ἰατρικὴν διὰ τὴν ὑγίειαν, καθά φησι καὶ Διογένησ ἐν τῇ εἰκοστῇ τῶν Ἐπιλέκτων, ὃσ καὶ διαγωγὴν λέγει τὴν ἀγωγήν. ὁ δ’ Ἐπίκουροσ καὶ ἀχώριστόν φησι τῆσ ἡδονῆσ τὴν ἀρετὴν μόνην· τὰ δ’ ἄλλα χωρίζεσθαι, οἱο͂ν βρωτά. Καὶ φέρε οὖν δὴ νῦν τὸν κολοφῶνα, ὡσ ἂν εἴποι τισ, ἐπιθῶμεν τοῦ παντὸσ συγγράμματοσ καὶ τοῦ βίου τοῦ φιλοσόφου, τὰσ Κυρίασ αὐτοῦ δόξασ παραθέμενοι καὶ ταύταισ τὸ πᾶν σύγγραμμα κατακλείσαντεσ, τέλει χρησάμενοι τῇ τῆσ εὐδαιμονίασ ἀρχῇ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기