호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ κατὰ τρίψιν δὲ νεφῶν πῆξιν εἰληφότων ἀπόπαλσιν ἂν λαμβάνοι τὸ τῆσ χιόνοσ τοῦτο ἄθροισμα. καὶ κατ’ ἄλλουσ δὲ τρόπουσ ἐνδέχεται χιόνα συντελεῖσθαι. "Δρόσοσ συντελεῖται καὶ κατὰ σύνοδον πρὸσ ἄλληλα ἐκ τοῦ ἀέροσ τῶν τοιούτων, ἃ τῆσ τοιαύτησ ὑγρασίασ ἀποτελεστικὰ γίνεται· καὶ κατ’ ἀναφορὰν δὲ ἢ ἀπὸ νοτερῶν τόπων ἢ ὕδατα κεκτημένων, ἐν οἱοίσ τόποισ μάλιστα δρόσοσ συντελεῖται, εἶτα σύνοδον τούτων εἰσ τὸ αὐτὸ λαβόντων καὶ ἀποτέλεσιν ὑγρασίασ καὶ πάλιν φορὰν ἐπὶ τοὺσ κάτω τόπουσ, καθά περ ὁμοίωσ καὶ παρ’ ἡμῖν ἐπὶ πλειόνων τοιαῦτά τινα <συντελούμενα θεωρεῖται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기