- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, I, EPIKOUROS 101:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, I, EPIKOUROS 101:)

καὶ ἀστραπαὶ δ ὡσαύτως γίνονται κατὰ πλείους τρόπους:? καὶ γὰρ κατὰ παράτριψιν καὶ σύγκρουσιν νεφῶν ὁ πυρὸς ἀποτελεστικὸς σχηματισμὸς ἐξολισθαίνων ἀστραπὴν γεννᾷ: καὶ κατ ἐκριπισμὸν ἐκ τῶν νεφῶν ὑπὸ πνευμάτων τῶν τοιούτων σωμάτων ἃ τὴν λαμπηδόνα ταύτην παρασκευάζει, καὶ κατ ἐκπιασμόν, θλίψεως τῶν νεφῶν γινομένης, εἴθ ὑπ ἀλλήλων εἴθ ὑπὸ πνευμάτων: καὶ κατ ἐμπερίληψιν δὲ τοῦ ἀπὸ τῶν ἄστρων κατεσπαρμένου φωτός, εἶτα συνελαυνομένου ὑπὸ τῆς κινήσεως νεφῶν τε καὶ πνευμάτων καὶ διεκπίπτοντος διὰ τῶν νεφῶν: ἢ κατὰ διήθησιν <διὰ> τῶν νεφῶν τοῦ λεπτομερεστάτου φωτός, [ᾗ ἀπὸ τοῦ πυρὸς νέφη συνεφλέχθαι καὶ τὰς βροντὰς ἀποτελεῖσθαι] καὶ τὴν τούτου κίνησιν: καὶ κατὰ τὴν τοῦ πνεύματος ἐκπύρωσιν τὴν γινομένην διά τε συντονίαν φορᾶς καὶ διὰ σφοδρὰν κατείλησιν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION