- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, I, EPIKOUROS 97:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, I, EPIKOUROS 97:)

τοῦτο δὲ καὶ Διογένης ὁ Ἐπικούρειος ἐν τῇ α τῶν Ἐπιλέκτων.? ] "Ἔτι τε τάξις περιόδου, καθάπερ ἔνια καὶ παρ ἡμῖν τῶν τυχόντων γίνεται, λαμβανέσθω: καὶ ἡ θεία φύσις πρὸς ταῦτα μηδαμῇ προσαγέσθω, ἀλλ ἀλειτούργητος διατηρείσθω καὶ ἐν τῇ πάσῃ μακαριότητι: ὡς εἰ τοῦτο μὴ πραχθήσεται, ἅπασα ἡ περὶ τῶν μετεώρων αἰτιολογία ματαία ἔσται, καθάπερ τισὶν ἤδη ἐγένετο οὐ δυνατοῦ τρόπου ἐφαψαμένοις, εἰς δὲ τὸ μάταιον ἐκπεσοῦσι τῷ καθ ἕνα τρόπον μόνον οἰέσθαι γίνεσθαι τοὺς δ ἄλλους ἅπαντας τοὺς κατὰ τὸ ἐνδεχόμενον ἐκβάλλειν εἴς τε τὸ ἀδιανόητον φερομένους καὶ τὰ φαινόμενα, ἃ δεῖ σημεῖα ἀποδέχεσθαι, μὴ δυναμένους συνθεωρεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION