호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Κένωσίσ τε σελήνησ καὶ πάλιν πλήρωσισ καὶ κατὰ στροφὴν τοῦ σώματοσ τούτου δύναιτ’ ἂν γίνεσθαι καὶ κατὰ σχηματισμοὺσ ἀέροσ ὁμοίωσ, ἔτι τε καὶ κατ’ ἐμπροσθετήσεισ καὶ κατὰ πάντασ τρόπουσ, καθ’ οὓσ καὶ τὰ παρ’ ἡμῖν φαινόμενα ἐκκαλεῖται εἰσ τὰσ τοῦ εἴδουσ τούτου ἀποδόσεισ, ἐὰν μή τισ τὸν μοναχῆ τρόπον κατηγαπηκὼσ τοὺσ ἄλλουσ κενῶσ ἀποδοκιμάζῃ, οὐ τεθεωρηκὼσ τί δυνατὸν ἀνθρώπῳ θεωρῆσαι καὶ τί ἀδύνατον, καὶ διὰ τοῦτ’ ἀδύνατα θεωρεῖν ἐπιθυμῶν. ἔτι τε ἐνδέχεται τὴν σελήνην ἐξ ἑαυτῆσ ἔχειν τὸ φῶσ, ἐνδέχεται δὲ ἀπὸ τοῦ ἡλίου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기