호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Καὶ μὴν καὶ ἰσοταχεῖσ ἀναγκαῖον τὰσ ἀτόμουσ εἶναι, ὅταν διὰ τοῦ κενοῦ εἰσφέρωνται μηθενὸσ ἀντικόπτοντοσ. οὔτε γὰρ τὰ βαρέα θᾶττον οἰσθήσεται τῶν μικρῶν καὶ κούφων, ὅταν γε δὴ μηδὲν ἀπαντᾷ αὐτοῖσ· οὔτε τὰ μικρὰ τῶν μεγάλων, πάντα πόρον σύμμετρον ἔχοντα, ὅταν μηθὲν μηδὲ ἐκείνοισ ἀντικόπτῃ· οὔθ’ ἡ ἄνω οὔθ’ ἡ εἰσ τὸ πλάγιον διὰ τῶν κρούσεων φορά, οὔθ’ ἡ κάτω διὰ τῶν ἰδίων βαρῶν. ἐφ’ ὁπόσον γὰρ ἂν κατίσχῃ ἑκάτερον, ἐπὶ τοσοῦτο ν ἅμα νοήματι τὴν φορὰν σχήσει, ἑώσ ἀντικόψῃ ἢ ἔξωθεν ἢ ἐκ τοῦ ἰδίου βάρουσ πρὸσ τὴν τοῦ πλήξαντοσ δύναμιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기