호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ διὰ τοῦτο καὶ πολλάκισ ταὐτὰ γέγραφε καὶ τὸ ἐπελθόν, καὶ ἀδιόρθωτα εἰάκε τῷ ἐπείγεσθαι· καὶ τὰ μαρτύρια τοσαῦτά ἐστιν ὡσ ἐκείνων μόνων γέμειν τὰ βιβλία, καθάπερ καὶ παρὰ Ζήνωνι ἔστιν εὑρεῖν καὶ παρὰ Ἀριστοτέλει. καὶ τὰ συγγράμματα μὲν Ἐπικούρῳ τοσαῦτα καὶ τηλικαῦτα, ὧν τὰ βέλτιστά ἐστι τάδε· Περὶ φύσεωσ ἑπτὰ καὶ τριάκοντα. Περὶ ἀτόμων καὶ κενοῦ. Περὶ ἔρωτοσ. Ἐπιτομὴ τῶν πρὸσ τοὺσ φυσικούσ. Πρὸσ τοὺσ Μεγαρικούσ. Διαπορίαι. Κύριαι δόξαι. Περὶ αἱρέσεων καὶ φυγῶν. Περὶ τέλουσ. Περὶ κριτηρίου ἢ Κανών. Χαιρέδημοσ. Περὶ θεῶν. Περὶ ὁσιότητοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기