- 텍스트

Diodorus Siculus, Library, fragmenta libri x, chapter 34

(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 34)

ἡ μὲν γὰρ τῶν Περσῶν ὑπεροχὴ πρὸς τὸ κρατῆσαι τῆς ἐπιθυμίας ἔχει τὰς δωρεάς, ἡ δὲ τυραννικὴ πλεονεξία καὶ τὰ μικρὰ τῶν λημμάτων οὐ παρίησιν.? βεβαιοτάτη γὰρ τῆς σωτηρίας φύλαξ ἡ ἀπιστία.

παῖδες μὲν οὖν ἀδικούμενοι πρὸς πατέρας καταφεύγουσι, πόλεις δὲ πρὸς τοὺς ἀποικίσαντας δήμους.

ὅτι τυράννου πλεονεξία τοῖς μὲν ὑπάρχουσιν οὐκ ἀρκεῖται, τῶν δὲ ἀλλοτρίων ἐπιθυμεῖ, πληροῦται δὲ οὐδέποτε.

τοὺς δὲ κατὰ τῆς δυναστείας αὐτοῦ πεφυκότας ἔχων καιρὸν οὐκ ἐάσει δύναμιν λαβεῖν.

ἐκείνων γὰρ τῶν ἀνδρῶν ἐστε ἀπόγονοι οἳ τὰς αὑτῶν ἀρετὰς μετὰ τὸν θάνατον ἀθανάτους τῇ δόξῃ καταλελοίπασι.

τὸ γὰρ ἔπαθλον τῆς συμμαχίας οὐκ ἀργύριον αἰτεῖ, οὗ πολλάκις ἰδεῖν ἔστι καταφρονοῦντα καὶ τὸν φαυλότατον ἰδιώτην πεπλουτηκότα, ἀλλ ἔπαινον καὶ δόξαν, περὶ ἧς οἱ ἀγαθοὶ τῶν ἀνθρώπων οὐκ ὀκνοῦσιν ἀποθνήσκειν:

μισθὸς γάρ ἐστιν ἡ δόξα μείζων ἀργυρίου. παραλαμβάνουσι γὰρ οἱ Σπαρτιᾶται παρὰ τῶν πατέρων οὐχ ὥσπερ οἱ λοιποὶ πλοῦτον, ἀλλὰ προθύμως τελευτᾶν περὶ τῆς ἐλευθερίας, ὥστε πάντα τὰ κατὰ τὸν βίον ἀγαθὰ δεύτερα τίθεσθαι τῆς δόξης.

μὴ τῶν ξενικῶν δυνάμεων ἐπιθυμοῦντες τὰς πολιτικὰς ἀποβάλλωμεν καὶ τῶν ἀδήλων ὀρεγόμενοι τῶν φανερῶν μὴ κυριεύωμεν.

οὔ φημι καταπεπλῆχθαι τὸ μέγεθος τῆς τῶν Περσῶν στρατείας:

ἀρετῇ γὰρ ὁ πόλεμος, οὐ πλήθει βραβεύεται. παρειλήφασι γὰρ ὑπὸ τῶν πατέρων ζῆν μὲν ἑαυτοῖς, τελευτᾶν δ ὅταν χρεία ταῖς πατρίσιν ἐπῇ.

τί φοβηθῶμεν τὸν χρυσὸν ᾧ κεκοσμημένοι βαδίζουσιν εἰς τὰς μάχας ὡς γυναῖκες εἰς τοὺς γάμους, ὥστε τὴν νίκην μὴ μόνον ἔπαθλον ἔχειν δόξαν, ἀλλὰ καὶ πλοῦτον·

οὐ φοβεῖται γὰρ ἡ ἀρετὴ χρυσόν, ὃν ὁ σίδηρος εἰώθεν ἄγειν αἰχμάλωτον, ἀλλὰ τὴν στρατηγίαν τῶν ἡγουμένων. πᾶσα γὰρ δύναμις ὑπεραίρουσα τὴν συμμετρίαν ὑφ ἑαυτῆς βλάπτεται τὰ πλεῖστα.

πρὶν ἢ γὰρ ἀκοῦσαι τὴν φάλαγγα, φθάσομεν ἡμεῖς πράξαντες ἃ βουλόμεθα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION