- 텍스트

Diodorus Siculus, Library, fragmenta libri x, chapter 32

(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 32)

ὅτι Θεμιστοκλῆς ὁ τοῦ Νεοκλέους, προσελθόντος τινὸς αὐτῷ πλουσίου καὶ ζητοῦντος κηδεστὴν εὑρεῖν πλούσιον, παρεκελεύσατο αὐτῷ ζητεῖν μὴ χρήματα ἀνδρὸς δεόμενα, πολὺ δὲ μᾶλλον ἄνδρα χρημάτων ἐνδεᾶ.? ἀποδεξαμένου δὲ τἀνθρώπου τὸ ῥηθὲν συνεβούλευσεν αὐτῷ συνοικίσαι τὴν θυγατέρα τῷ Κίμωνι. διόπερ ἐκ ταύτης τῆς αἰτίας ὁ Κίμων εὐπορήσας χρημάτων ἀπελύθη τῆς φυλακῆς, καὶ τοὺς κατακλείσαντας ἄρχοντας εὐθύνας καταδίκους ἔλαβεν. ἡ μὲν οὖν πρὸ ταύτης βίβλος, τῆς ὅλης συντάξεως οὖσα δεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ξέρξου διαβάσεως εἰς τὴν Εὐρώπην καὶ εἰς τὰς γενομένας δημηγορίας ἐν τῇ κοινῇ συνόδῳ τῶν Ἑλλήνων ἐν Κορίνθῳ περὶ τῆς Γέλωνος συμμαχίας τοῖς Ἕλλησιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION