호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κίμων υἱὸς κατά τινας ὑπῆρχε Μιλτιάδου, κατὰ δ ἑτέρους ἦν πατρὸς τὴν κλῆσιν Στησαγόρου.? ἐξ Ἰσοδίκης τούτῳ παῖς ὑπῆρχεν ὁ Καλλίας. ὁ Κίμων οὗτος ἀδελφὴν ἰδίαν Ἐλπινίκην εἶχεν, ὡς Πτολεμαῖος μὲν ὕστερον Βερενίκην, καὶ Ζεὺς τὴν Ἥραν πρὸ αὐτῶν, καὶ νῦν Περσῶν τὸ γένος. Καλλίας δὲ πεντήκοντα τάλαντα ζημιοῦται, ὅπως ὁ Κίμων ὁ πατὴρ μηδὲν δεινόν τι πάθῃ ἕνεκα γάμων τῶν αἰσχρῶν, τῆς ἀδελφομιξίας. τὸ δ ὅσοι ταῦτα γράφουσι μακρόν ἐστί μοι λέγειν: ἔστι γὰρ πλῆθος ἄπειρον τῶν ταῦτα γεγραφότων, οἱ κωμικοὶ καὶ ῥήτορες, Διόδωρος καὶ ἄλλοι. τζετζες, ηιστ. 1. 582-593.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기