호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γέλωνα Συρακούσιον καθ ὕπνους δὲ βοῶντα, κεραυνοβλὴς γὰρ ἔδοξεν ὀνείροις γεγονέναι, ὁ κύων θορυβούμενον ἀμέτρως γνοὺς ἐκεῖνον, καθυλακτῶν οὐκ ἔληξεν, ἑώς ἐγείρει τοῦτον.? τοῦτον ἐξέσωσέ ποτε καὶ λύκος ἐκ θανάτου. σχολῇ προσκαθημένου γὰρ ἔτι παιδίου ὄντος λύκος ἐλθὼν ἀφήρπαξε τὴν δέλτον τὴν ἐκείνου. τοῦ δὲ δραμόντος πρὸς αὐτὸν τὸν λύκον καὶ τὴν δέλτον, κατασεισθεῖσα ἡ σχολὴ βαθρόθεν καταπίπτει, καὶ σύμπαντας ἀπέκτεινε παῖδας σὺν διδασκάλῳ. τῶν παίδων δὲ τὸν ἀριθμὸν οἱ συγγραφεῖς βοῶσι, Τίμαιοι, Διονύσιοι, Διόδωροι καὶ Δίων, πλείω τελοῦντα ἑκατόν. τὸ δ ἀκριβὲς οὐκ οἶδα. τζετζες, ηιστ. 4. 266-278.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기