호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι Δᾶτις ὁ τῶν Περσῶν στρατηγός, Μῆδος ὢν τὸ γένος καὶ παρὰ τῶν προγόνων παρειληφὼς ὅτι Μήδου τοῦ συστησαμένου τὴν Μηδίαν Ἀθηναῖοι καθεστήκασιν ἀπόγονοι, ἀπέστειλε πρὸς τοὺς Ἀθηναίους δηλῶν ὡς πάρεστι μετὰ δυνάμεως ἀπαιτήσων τὴν ἀρχὴν τὴν προγονικήν:? Μῆδον γὰρ τῶν ἑαυτοῦ προγόνων πρεσβύτατον γενόμενον ἀφαιρεθῆναι τὴν βασιλείαν ὑπὸ τῶν Ἀθηναίων καὶ παραγενόμενον εἰς τὴν Ἀσίαν κτίσαι τὴν Μηδίαν. ἂν μὲν οὖν αὐτῷ τὴν ἀρχὴν ἀποδῶσιν, ἀφεθήσεσθαι τῆς αἰτίας ταύτης καὶ τῆς ἐπὶ Σάρδεις στρατείας:
ἂν δὲ ἐναντιωθῶσι, πολὺ δεινότερα πείσεσθαι τῶν Ἐρετριέων. ὁ δὲ Μιλτιάδης ἀπεκρίθη ἀπὸ τῆς τῶν δέκα στρατηγῶν γνώμης, διότι κατὰ τὸν τῶν πρεσβευτῶν λόγον μᾶλλον προσήκει τῆς Μήδων ἀρχῆς κυριεύειν Ἀθηναίους ἢ Δᾶτιν τῆς Ἀθηναίων πόλεως:
τὴν μὲν γὰρ τῶν Μήδων βασιλείαν Ἀθηναῖον ἄνδρα συστήσασθαι, τὰς δὲ Ἀθήνας μηδέποτε Μῆδον τὸ γένος ἄνδρα κατεσχηκέναι. ὁ δὲ πρὸς μάχην ἀκούσας ταῦτα παρεσκευάζετο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기