- 텍스트

Diodorus Siculus, Library, fragmenta libri x, chapter 24

(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 24)

"καὶ ταῦτα παρεξέβημεν οὐχ οὕτως Ἡροδότου κατηγορῆσαι βουληθέντες ὡς ὑποδεῖξαι ὅτι τῶν λόγων οἱ θαυμάσιοι τοὺς ἀληθεῖς κατισχύειν εἰώθασιν.? . ὅτι προσῆκόν ἐστι τιμᾶσθαι τὴν ἀρετήν, κἂν ᾖ παρὰ γυναιξίν.

ὅτι Ἀθηναῖοι δεξιῶς τῇ νίκῃ χρησάμενοι καὶ νικήσαντες Βοιωτούς τε καὶ Χαλκιδεῖς, εὐθὺς ἀπὸ τῆς μάχης Χαλκίδος ἐκυρίευσαν.

ἐκ τῆς ὠφελείας τῆς τῶν Βοιωτῶν δεκάτην ἁρ´μα χαλκοῦν εἰς τὴν ἀκρόπολιν ἀνέθεσαν τόδε τὸ ἐλεγεῖον γράψαντες, ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν: ὧν ἵππους δεκάτην Παλλάδι τάσδ ἔθεσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION