- 텍스트

Diodorus Siculus, Library, fragmenta libri x, chapter 22

(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 22)

ὅτι Λεύκιος Ταρκύνιος ὁ βασιλεὺς τυραννικῶς καὶ βιαίως ἄρχων τῶν πολιτῶν τοὺς εὐπόρους τῶν Ῥωμαίων ἀνῄρει, ψευδεῖς ἐπιφέρων αἰτίας ἕνεκεν τοῦ νοσφίσασθαι τὰς οὐσίας αὐτῶν.? διόπερ Λεύκιος Ιοὔνιος, ὀρφανὸς ὢν καὶ πάντων Ῥωμαίων πλουσιώτατος, δι ἀμφότερα τὴν τοῦ Ταρκυνίου πλεονεξίαν ὑπώπτευεν: ἀδελφιδοῦς δ ὢν αὐτοῦ καὶ παρ ἕκαστα τῷ βασιλεῖ συνών, προσεποιήθη μωρὸς εἶναι, ἅμα μὲν βουλόμενος τὸν ὑπὲρ τοῦ δύνασθαί τι φθόνον ἐκκλίνειν, ἅμα δ ἀνυπονοήτως παρατηρεῖν τὸ πραττόμενον καὶ τοῖς τῆς βασιλείας ἐφεδρεύειν καιροῖς. ὅτι οἱ Συβαρῖται μετὰ τριάκοντα μυριάδων ἐκστρατεύσαντες ἐπὶ τοὺς Κροτωνιάτας καὶ πόλεμον ἄδικον ἐπανελόμενοι τοῖς ὅλοις ἔπταισαν, καὶ τὴν εὐδαιμονίαν οὐκ ἐνεγκόντες ἐπιδεξίως ἱκανὸν παράδειγμα τὴν ἰδίαν ἀπώλειαν κατέλιπον τοῦ πολὺ μᾶλλον δεῖν προσέχειν ἐν ταῖς ἰδίαις εὐτυχίαις ἤπερ ἐν ταῖς ταλαιπωρίαις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION