호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι τῆς Λουκρητίας μοιχευθείσης παρὰ Σέξτου καὶ ἑαυτὴν ἀνελούσης διὰ τὸ ἁμάρτημα, οὐκ ἄξιον ἡγούμεθα τὸ γενναῖον τῆς προαιρέσεως παραλιπεῖν ἀνεπισήμαντον.? τὴν γὰρ ἐπιδοῦσαν ἑκουσίως τὸ ζῆν τοῖς μεταγενεστέροις εἰς καλὸν ζῆλον προσηκόντως ἂν εὐφημίας ἀξιοῖμεν ἀθανάτου, ὅπως αἱ τὴν τοῦ σώματος ἁγνείαν κατὰ πᾶν ἀνεπίληπτον παρέχεσθαι προαιρούμεναι πρὸς ἐπιτετευγμένον ἀρχέτυπον παραβάλωνται. αἱ μὲν οὖν ἄλλαι γυναῖκες κἂν φανερῶς τι τῶν τοιούτων πράξωσι, κατακρύπτουσι τὸ συντελεσθέν, εὐλαβούμεναι τὴν ὑπὲρ τῶν ἁμαρτημάτων τιμωρίαν:
ἡ δὲ τὸ λάθρᾳ πραχθὲν ποιήσασα περιβόητον ἀπέσφαξεν ἑαυτήν, καὶ τὴν τοῦ βίου τελευτὴν καλλίστην ὑπὲρ αὐτῆς ἀπολογίαν ἀπέλιπε. καὶ τῶν ἄλλων ἐπὶ τῶν ἀκουσίων τὴν συγγνώμην προβαλλομένων, αὕτη τὴν μετὰ βίας ὕβριν ἐτιμήσατο θανάτου, ἵνα μηδ εἴ τις ἐπιθυμῇ βλασφημεῖν, τὴν ἐξουσίαν ἔχῃ κατηγορεῖν τῆς προαιρέσεως ὡς ἑκουσίου γεγενημένης.
τῶν γὰρ ἀνθρώπων φύσει τὰς λοιδορίας ἐπαίνων προτιμώντων, τὴν τῶν φιλαιτίων ἀπέκοψε κατηγορίαν, αἰσχρὸν εἶναι νομίζουσα τῶν ἄλλων εἰπεῖν τινα διότι ζῶντος τοῦ κατὰ νόμους συμβιοῦντος ἀνδρὸς ἑτέρου παρανόμως ἐπειράθη, καὶ καθ οὗ οἱ νόμοι τοῖς πράξασι θάνατον τιθέασι τὸ πρόστιμον, τοιοῦτο παθοῦσα τὸν πλείω χρόνον φιλοψυχεῖν, ἵνα τὸν πάντως ὀφειλόμενον παρὰ τῆς φύσεως θάνατον βραχὺ προλαβοῦσα τῆς αἰσχύνης ἀλλάξηται τοὺς μεγίστους ἐπαίνους.
τοιγαροῦν οὐ μόνον θνητοῦ βίου δόξαν ἀθάνατον ἀντικατηλλάξατο διὰ τῆς ἰδίας ἀρετῆς, ἀλλὰ καὶ τοὺς συγγενεῖς καὶ πάντας τοὺς πολίτας προετρέψατο λαβεῖν ἀπαραίτητον τιμωρίαν παρὰ τῶν εἰς αὐτὴν παρανομησάντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기