호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι Λευκίου Ταρκυινίου τοῦ Ῥωμαίων βασιλέως ὁ υἱὸς Σέξτος ἐξεδήμησεν εἰς πόλιν Κολλατίαν καλουμένην, καὶ κατέλυσε πρὸς Λεύκιον Ταρκυίνιον ἀνεψιὸν τοῦ βασιλέως, ἔχοντα γυναῖκα Λουκρητίαν, ἥτις ἦν εὐπρεπὴς μὲν τὴν ὄψιν, σώφρων δὲ τὸν τρόπον.? ἐπὶ στρατοπέδου γὰρ ὄντος τἀνδρός, ὁ ξένος νυκτὸς ἐγερθεὶς ἐκ τοῦ κοιτῶνος ὡρ´μησεν ἐπὶ τὴν γυναῖκα κοιμωμένην ἐν τῷ θαλάμῳ. ἐπιστὰς δὲ ταῖς θύραις ἄφνω καὶ σπασάμενος τὸ ξίφος, παρασκευάσασθαι μὲν ἔφησεν οἰκέτην ἐπιτήδειον εἰς ἀναίρεσιν, συγκατασφάξειν δὲ κἀκείνην, ὡς ἐπὶ μοιχείᾳ κατειλημμένην καὶ τετευχυῖαν τῆς προσηκούσης τιμωρίας ὑπὸ τοῦ συγγενεστάτου τῷ συνοικοῦντι.
διόπερ αἱρετώτερον ὑπάρχειν ὑπουργῆσαι ταῖς ἐπιθυμίαις αὐτοῦ σιωπῶσαν: λήψεσθαι δὲ ἔπαθλον τῆς χάριτος δωρεάς τε μεγάλας καὶ τὴν μετ αὐτοῦ συμβίωσιν καὶ γενήσεσθαι βασίλισσαν, ἰδιωτικῆς ἑστίας ἐξηλλαγμένην ἡγεμονίαν. ἡ δὲ Λουκρητία διὰ τὸ παράδοξον ἐκπλαγὴς γενομένη, καὶ φοβηθεῖσα μήποτε ταῖς ἀληθείαις δόξῃ διὰ τὴν μοιχείαν ἀνῃρῆσθαι,τότε μὲν ἡσυχίαν ἔσχεν:
ἡμέρας δὲ γενομένης ὁ Σέξτος ἐχωρίσθη: ἡ δὲ ἐκάλεσε τοὺς οἰκείους, καὶ ἠξίου μὴ περιιδεῖν ἀτιμώρητον τὸν ἀσεβήσαντα εἰς ξενίαν ἅμα καὶ συγγένειαν. ἑαυτῇ δὲ φήσασα μὴ προσήκειν ἐφορᾶν τὸν ἥλιον τηλικαύτης ὕβρεως πεπειραμένην, ξιφιδίῳ πατάξασα τὸ στῆθος ἑαυτῆς ἐτελεύτησεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기