- 텍스트

Diodorus Siculus, Library, fragmenta libri x, chapter 19

(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 19)

ὅτι τοῖς ἐπί τινων πραγμάτων διοριζομένοις ὡς οὐκ ἄν ποτε πραχθησομένων ἐοίκεν ἐπακολουθεῖν ὡσανεί τις νέμεσις ἐλέγχουσα τὴν ἀνθρωπίνην ἀσθένειαν.? ὅτι Μεγαβύζου τοῦ καὶ Ζωπύρου, φίλου ὄντος Δαρείου τοῦ βασιλέως, μαστιγώσαντος δ ἑαυτὸν καὶ τὰ περὶ τὸ πρόσωπον ἀκρωτήρια ἀποκόψαντος διὰ τὸ αὐτόμολον γενέσθαι καὶ Βαβυλῶνα προδοῦναι Πέρσαις, φασὶ βαρέως φέρειν τὸν Δαρεῖον καὶ εἰπεῖν βούλεσθαι τὸν Μεγάβυζον, εἰ δυνατὸν ἦν, ἄρτιον γενόμενον ἢ δέκα Βαβυλῶνας λαβεῖν ὑπὸ τὴν ἐξουσίαν, καίπερ ἀπράκτου τῆς ἐπιθυμίας οὔσης.

ὅτι οἱ Βαβυλώνιοι στρατηγὸν εἵλαντο Μεγάβυζον, ἀγνοοῦντες ὅτι τὴν εὐεργεσίαν τῆς μελλούσης ἀκολουθεῖν ἀπωλείας οἱονεὶ δέλεαρ αὐτοῖς προθήσει.

ὅτι τὸ ἀποτέλεσμα τῶν ἐπιτευγμάτων ἱκανόν ἐστι μαρτύριον τῶν προρρηθέντων.

ὅτι τὸ Δαρεῖος τῆς Ἀσίας σχεδὸν ὅλης κυριεύσας τὴν Εὐρώπην ἐπεθύμει καταστρέψασθαι.

τὰς γὰρ τοῦ πλείονος ἐπιθυμίας ἀπλήστους ἔχων καὶ τῷ μεγέθει τῆς Περσικῆς δυνάμεως πεποιθώς, περιελάμβανε τὴν οἰκουμένην, αἰσχρὸν εἶναι νομίζων τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας καταδεεστέρας ἀφορμὰς κτησαμένους τὰ μέγιστα τῶν ἐθνῶν καταπεπολεμηκέναι, αὐτὸν δὲ τηλικαύτας ἔχοντα δυνάμεις ἡλίκας οὐδεὶς τῶν πρὸ αὐτοῦ ἔσχε μηδεμίαν ἀξιόλογον πρᾶξιν κατειργάσθαι. ὅτι οἱ Τυρρηνοὶ διὰ τὸν τῶν Περσῶν φόβον ἐκλιπόντες τὴν Λῆμνον ἔφασκον ὡς διά τινας χρησμοὺς τοῦτο ποιεῖν, καὶ ταύτην τῷ Μιλτιάδῃ παρέδωκαν.

ταῦτα δὲ πράξαντος Ἕρμωνος τοῦ προεστηκότος τῶν Τυρρηνῶν, συνέβη τὰς τοιαύτας χάριτας ἀπ ἐκείνων τῶν χρόνων Ἑρμωνείους προσαγορευθῆναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION