호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι ὁ Καμβύσης ἦν μὲν φύσει μανικὸς καὶ παρακεκινηκὼς τοῖς λογισμοῖς, πολὺ δὲ μᾶλλον αὐτὸν ὠμὸν καὶ ὑπερήφανον ἐποίει τὸ τῆς βασιλείας μέγεθος.? ὅτι Καμβύσης ὁ Πέρσης μετὰ τὴν ἅλωσιν Μέμφεως καὶ Πηλουσίου τὴν εὐτυχίαν οὐ φέρων ἀνθρωπίνως, τὸν Ἀμάσιος τοῦ πρότερον βεβασιλευκότος τάφον ἀνέσκαψεν.
εὑρὼν δὲ ἐν τῇ θήκῃ τὸν νεκρὸν τεταριχευμένον, τό τε σῶμα τοῦ τετελευτηκότος ᾐκίσατο καὶ πᾶσαν ὕβριν εἰς τὸν οὐκ αἰσθανόμενον εἰσενεγκάμενος τελευταῖον προσέταξε κατακαῦσαι τὸν νεκρόν. οὐκ εἰωθότων γὰρ πυρὶ παραδιδόναι τῶν ἐγχωρίων τὰ σώματα τῶν τετελευτηκότων, ὑπελάμβανε καὶ διὰ τούτου τοῦ τρόπου πλημμελήσειν τὸν πάλαι προτετελευτηκότα. ὅτι Καμβύσης μέλλων στρατεύειν ἐπ Αἰθιοπίαν ἔπεμψε μέρος τῆς δυνάμεως ἐπ Ἀμμωνίους, προστάξας τοῖς ἡγεμόσι τὸ μαντεῖον συλήσαντας ἐμπρῆσαι, τούς τε περιοικοῦντας τὸ ἱερὸν ἅπαντας ἐξανδραποδίσασθαι.
ξονστ. εχξ. 2 ῾1᾿, ππ. 224-225.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기