- 텍스트

Diodorus Siculus, Library, fragmenta libri x, chapter 12

(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 12)

ὅτι δὲ τῶν προγεγονότων ἀνδρῶν ἡ τῶν βίων ἀναγραφὴ δυσκολίαν μὲν παρέχεται τοῖς γράφουσιν, ὠφελεῖ δ οὐ μετρίως τὸν κοινὸν βίον.? μετὰ παρρησίας γὰρ δηλοῦσα τὰ καλῶς τε καὶ κακῶς· πραχθέντα τοὺς μὲν ἀγαθοὺς κοσμεῖ, τοὺς δὲ πονηροὺς ταπεινοῖ, διὰ τῶν οἰκείων ἑκάστοις ἐγκωμίων τε καὶ ψόγων. ἔστι δ ὁ μὲν ἔπαινος, ὡς ἄν τις εἴποι, ἔπαθλον ἀρετῆς ἀδάπανον, ὁ δὲ ψόγος τιμωρία φαυλότητος ἄνευ πληγῆς. καλὸν δὲ τοῖς μεταγενεστέροις ὑποκεῖσθαι, διότι βίον οἱο῀ν ἄν τις ἕληται ζῶν, τοιαύτης ἀξιωθήσεται μετὰ τὸν θάνατον μνήμης, ἵνα μὴ περὶ τὰς τῶν λιθίνων μνημείων κατασκευὰς σπουδάζωσιν, ἃ καὶ τόπον ἕνα κατέχει καὶ φθορᾶς ὀξείας τυγχάνει, ἀλλὰ περὶ λόγον καὶ τὰς ἄλλας ἀρετάς, αἳ πάντῃ φοιτῶσι διὰ τῆς φήμης.

ὁ δὲ χρόνος ὁ πάντα μαραίνων τἄλλα ταύτας ἀθανάτους φυλάττει, καὶ πρεσβύτερος γενόμενος αὐτὸς ταύτας ποιεῖ νεωτέρας. δῆλον δὲ ἐπὶ τούτων τῶν ἀνδρῶν ἐγένετο τὸ προειρημένον:

πάλαι γὰρ γεγονότες ὥσπερ νῦν ὄντες ὑπὸ πάντων μνημονεύονται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION